Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 50.60 | Dem. 50.63 (English) | >>Dem. 50.66 |
50.62ὧν ἀκούοντά με καὶ παρὰ τῶν ἀφικνουμένων λόγῳ , τὰ δὲ καὶ διʼ ἐπιστολῶν παρὰ τῶν οἰκείων , τίνα με οἴεσθε ψυχὴν ἔχειν ἢ πόσα δάκρυα ἀφιέναι , τὰ μὲν ἐκλογιζόμενον περὶ τῶν παρόντων , τὰ δὲ καὶ ποθοῦντα ἰδεῖν παιδία καὶ γυναῖκα καὶ μητέρα , ἣν ἐγὼ οὐ πολλὰς ἐλπίδας εἶχον ζῶσαν καταλήψεσθαι ; ὧν τί ἥδιόν ἐστιν ἀνθρώπῳ , ἢ τοῦ ἕνεκʼ ἄν τις εὔξαιτο τούτων στερηθεὶς ζῆν ;
τοιούτων τοίνυν μοι συμβεβηκότων τῶν πραγμάτων , οὐ περὶ πλείονος ἐποιησάμην τὰ ἐμαυτοῦ ἴδια ἢ τὰ ὑμέτερα , ἀλλʼ ἡγούμην δεῖν καὶ χρημάτων ἀναλισκομένων κρείττων εἶναι καὶ τῶν οἴκοι ἀμελουμένων καὶ γυναικὸς καὶ μητρὸς νοσούσης , ὥστε μήτε τὴν τάξιν αἰτιᾶσθαί μέ τινα λιπεῖν μήτε τὴν τριήρη τῇ πόλει ἄχρηστον γενέσθαι .
50.64ἀνθʼ ὧν ἁπάντων νῦν ὑμῶν δέομαι , ὥσπερ ἐγὼ ὑμῖν εὔτακτον καὶ χρήσιμον ἐμαυτὸν παρέσχον , οὕτω καὶ ὑμᾶς νυνὶ περὶ ἐμοῦ πρόνοιαν ποιησαμένους , καὶ ἀναμνησθέντας ἁπάντων ὧν τε διηγησάμην πρὸς ὑμᾶς , τῶν τε μαρτυριῶν ὧν παρεσχόμην καὶ τῶν ψηφισμάτων , βοηθῆσαι μὲν ἐμοὶ ἀδικουμένῳ , τιμωρήσασθαι δʼ ὑπὲρ ὑμῶν <αὐτῶν >, εἰσπρᾶξαι δὲ τὰ ὑπὲρ τούτου ἀνηλωμένα . ἢ τίς ἐθελήσει φιλοτιμεῖσθαι πρὸς ὑμᾶς , ὅταν ὁρῶσι μήτε τοῖς χρηστοῖς καὶ εὐτάκτοις χάριν οὖσαν , μήτε τοῖς πονηροῖς καὶ ἀκοσμοῦσιν τιμωρίαν παρʼ ὑμῶν ;
50.63
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 50.60 | Dem. 50.63 (English) | >>Dem. 50.66 |